Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.277 Joseph. AJ 3.281 (English) >>Joseph. AJ 3.286

3.279καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ τὴν ἱερατικὴν στολὴν φοροῦντες ἄμωμοί τέ εἰσι καὶ περὶ πάντα καθαροὶ καὶ νηφάλιοι, πίνειν οἶνον ἕως οὗ τὴν στολὴν ἔχουσι κεκωλυμένοι· ἔτι δὲ καὶ τὰ ἱερεῖα θύουσιν ὁλόκληρα καὶ κατὰ μηδὲν λελωβημένα. 3.280

Ταῦτα μὲν οὖν ἤδη καὶ κατὰ τὸν ζωῆς χρόνον τῆς αὐτοῦ γινόμενα παρέδωκε Μωυσῆς, τῶν δὲ αὖθις καίπερ ἐπὶ τῆς ἐρημίας διαιτώμενος προενόησεν, ὅπως ἐπειδὰν τὴν Χαναναίαν λάβωσι τάδε ποιῶσι· 3.281διʼ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι τῇ γῇ ἀπό τε ἀρότρου καὶ φυτείας, ὥσπερ καὶ αὐτοῖς διʼ ἑβδόμης ἡμέρας τὴν ἀπὸ τῶν ἔργων προεῖπεν ἀνάπαυσιν. καὶ τῶν αὐτομάτως ἀναδοθέντων ἀπὸ τῆς γῆς κοινὴν εἶναι τοῖς θέλουσι τὴν χρῆσιν τῶν τε ὁμοφύλων καὶ τῶν ἀλλοτριοχώρων, μηδὲν ἐξ αὐτῶν φυλάττοντας· ποιεῖν δὲ τοῦτο καὶ μεθʼ ἑβδόμην ἐτῶν ἑβδομάδα. 3.282ταῦτα πεντήκοντα μέν ἐστιν ἔτη τὰ πάντα, καλεῖται δὲ ὑπὸ Ἑβραίων πεντηκοστὸς ἐνιαυτὸς ἰώβηλος, ἐν οἵ τε χρεῶσται τῶν δανείων ἀπολύονται καὶ οἱ δουλεύοντες ἐλεύθεροι ἀφίενται, οὓς ὄντας ὁμοφύλους καὶ παραβάντας τι τῶν νομίμων τῷ σχήματι τῆς δουλείας ἐκόλασε θάνατον οὐκ ἐκδεχομένους. 3.283ἀποδίδωσι δὲ καὶ τοὺς ἀγροὺς τοῖς ἀρχῆθεν αὐτῶν δεσπόταις τοῦτον τὸν τρόπον· ἐνστάντος τοῦ ἰωβήλου, ἐλευθερίαν σημαίνει τοὔνομα, συνέρχονται τε ἀποδόμενος τὸ χωρίον καὶ πριάμενος, καὶ λογισάμενοι τοὺς καρποὺς καὶ τὰς εἰς τὸ χωρίον δαπάνας γεγενημένας τῶν μὲν καρπῶν πλεονάζειν εὑρεθέντων προσδέχεται τὸν ἀγρὸν ἀποδόμενος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.277 Joseph. AJ 3.281 (English) >>Joseph. AJ 3.286

Powered by PhiloLogic